Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.79 Dem. 45.82 (English) >>Dem. 45.85

45.81καίτοι πρὸς θεῶν, εἰ κλέπτην σʼ ἀπῆγον ὡς ἐπʼ αὐτοφώρῳ εἰληφώς, τὴν οὐσίαν ἣν ἔχεις, εἴ πως οἷόν τʼ ἦν, ἐπιθείς σοι, εἶτά σʼ ἠξίουν, εἰ μὴ φὴς ὑφῃρημένος ταῦτʼ ἔχειν, ἀνάγειν ὅθεν εἴληφας, εἰς τίνʼ ἂν αὔτʼ ἀνήγαγες; οὔτε γάρ σοι πατὴρ παρέδωκεν, οὔθʼ ηὗρες, οὔτε λαβών ποθεν ἄλλοθεν ἦλθες ὡς ἡμᾶς· βάρβαρος γὰρ ἐωνήθης. εἶθʼ δημοσίᾳ προσῆκεν ἐπὶ τοῖς εἰργασμένοις τεθνάναι, σύ, τὸ σῶμα σεσῳκὼς καὶ πόλιν ἐκ τῶν ἡμετέρων σαυτῷ κτησάμενος καὶ παῖδας ἀδελφοὺς τοῖς σεαυτοῦ δεσπόταις ἀξιωθεὶς ποιήσασθαι, παρεγράψω μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην τῶν ἐγκαλουμένων χρημάτων ὑφʼ ἡμῶν; 45.82εἶτα κακῶς ἡμᾶς ἔλεγες καὶ τὸν ἡμέτερον πατέρʼ ἐξήταζες ὅστις ἦν; ἐφʼ οἷς τίς οὐκ ἄν, ἄνδρες Ἀθηναῖοι, χαλεπῶς ἤνεγκεν; ἐγὼ γάρ, εἰ πάντων τῶν ἄλλων ὑμῶν ἔλαττον προσήκει μοι φρονεῖν, τούτου γε μεῖζον οἶμαι, καὶ τούτῳ γʼ εἰ μηδενὸς τῶν ἄλλων ἔλαττον, ἐμοῦ γʼ ἔλαττον· ὄντων γὰρ ἡμῶν τοιούτων ὁποίους τινὰς ἂν καὶ σὺ κατασκευάσῃς τῷ λόγῳ, σὺ δοῦλος ἦσθα.

45.83τάχα τοίνυν ἂν ἴσως καὶ τοῦτό τις αὐτῶν εἴποι, ὡς ἀδελφὸς ὢν ἐμὸς Πασικλῆς οὐδὲν ἐγκαλεῖ τῶν αὐτῶν τούτῳ πραγμάτων. ἐγὼ δʼ, ἄνδρες Ἀθηναῖοι, καὶ περὶ Πασικλέους, παραιτησάμενος καὶ δεηθεὶς ὑμῶν συγγνώμην ἔχειν, εἰ προεληλυθὼς εἰς τοῦθʼ ὥσθʼ ὑπὸ τῶν ἐμαυτοῦ δούλων ὑβρισθεὶς οὐ δύναμαι κατασχεῖν, τέως οὐδὲ τῶν ἄλλων λεγόντων ἀκούειν ἐδόκουν, ἐρῶ καὶ οὐ σιωπήσομαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.79 Dem. 45.82 (English) >>Dem. 45.85

Powered by PhiloLogic